Add parallel Print Page Options

45 Καὶ [a]εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν [b]εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς [c]ἀπολύει τὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ [d]ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος [e]αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν [f]ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν [g]ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. [h]ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν [i]ἐκ περισσοῦ ἐν ἑαυτοῖς [j]ἐξίσταντο,

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εἰς τὸ πέραν WH Treg RP NA ] – NIV
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 ἀπολύει WH Treg NIV ] ἀπολύσῃ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 ἰδὼν WH Treg NIV ] εἶδεν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 αὐτοῖς WH Treg NIV ] + καὶ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NIV ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ὅτι φάντασμά ἐστιν WH NIV ] φάντασμα εἶναι Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:50 ὁ δὲ εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐκ περισσοῦ Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐξίσταντο WH Treg NIV ] + καὶ ἐθαύμαζον RP